1 Corinthians 11

1μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

2Ἐπαινῶ δὲ
 ὑμᾶς = WH Treg NA/NIV: || ὑμᾶς ἀδελφοί = RP
ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
3θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς κεφαλὴ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ἀνήρ, κεφαλὴ δὲ
 τοῦ = WH Treg NA/NIV: || [omit] = RP
τοῦ Χριστοῦ θεός.
4πᾶς ἀνὴρ προσευχόμενος προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· 5πᾶσα δὲ γυνὴ προσευχομένη προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν
 αὐτῆς = WH Treg NA/NIV: || ἑαυτῆς = RP
αὐτῆς, ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
6εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ξυρᾶσθαι, κατακαλυπτέσθω. 7ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων·
 ἡ = WH Treg NA/NIV: || [omit] = RP
γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
8οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. 10διὰ τοῦτο ὀφείλει γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11πλὴν οὔτε
 γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς = WH Treg NA/NIV: || ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς = RP
γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ⸃ ἐν κυρίῳ·
12ὥσπερ γὰρ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. 13ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; 14
 οὐδὲ = WH Treg NA/NIV: || ἢ οὐδὲ = RP
οὐδὲ
 ἡ φύσις αὐτὴ = WH Treg NA/NIV: || αὐτὴ ἡ φύσις = RP
φύσις αὐτὴ ⸃ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν,
15γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι κόμη ἀντὶ περιβολαίου
 δέδοται = RP: || δέδοται αὐτῇ = WH Treg NA/NIV
δέδοται.
16εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.

17Τοῦτο δὲ
 παραγγέλλων οὐκ ἐπαινῶ = WH NA/NIV RP: || παραγγέλλω οὐκ ἐπαινῶν = Treg
παραγγέλλων οὐκ ἐπαινῶ ⸃ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε.
18πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
20συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, 21ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί
 εἴπω ὑμῖν = WH Treg NA/NIV: || ὑμῖν εἴπω = RP
εἴπω ὑμῖν ⸃; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.

23Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, καὶ παρέδωκα ὑμῖν, ὅτι κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ
 παρεδίδετο = WH Treg NA/NIV: || παρεδίδοτο = RP
παρεδίδετο ἔλαβεν ἄρτον
24καὶ εὐχαριστήσας ἔκλασεν καὶ
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν Λάβετε φάγετε = RP
εἶπεν· Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν κλώμενον = RP
ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
25ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
26ὁσάκις γὰρ
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ
 ποτήριον = WH Treg NA/NIV: || ποτήριον τοῦτο = RP
ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι
 οὗ = WH Treg NA/NIV: || οὗ ἂν = RP
οὗ ἔλθῃ.

27Ὥστε ὃς ἂν ἐσθίῃ τὸν
 ἄρτον = WH Treg NA/NIV: || ἄρτον τοῦτον = RP
ἄρτον πίνῃ τὸ ποτήριον τοῦ κυρίου
 ἀναξίως = WH Treg NA/NIV: || ἀναξίως τοῦ κυρίου = RP
ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
28δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29 γὰρ ἐσθίων καὶ
 πίνων = WH Treg NA/NIV: || πίνων ἀναξίως = RP
πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ
 σῶμα = WH Treg NA: || σῶμα τοῦ κυρίου = NIV RP
σῶμα.
30διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31εἰ
 δὲ = WH Treg NA/NIV: || γὰρ = RP
δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα·
32κρινόμενοι δὲ
 ὑπὸ = RP: || ὑπὸ τοῦ = WH Treg NA/NIV
ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

33Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. 34
 εἴ = WH Treg NA/NIV: || εἴ δέ = RP
εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.



Copyright information for SBLG